The Original Greek New Testament
» TheChrist.gr / Βυζάντιο / Πάσχα / Υμνολογία / Τριώδιο, Η Μεγάλη Εβδομάδα: Μεγάλη Δευτέρα

Τριώδιο, Η Μεγάλη Εβδομάδα: Μεγάλη Δευτέρα

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ

Μετὰ τὸν Προοιμιακὸν εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’, καὶ ψάλλομεν τὰ ἑπόμενα, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος πλ. δ’

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)

Ἤλθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ βαΐα, τοὺς δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος. (Δίς)

Δόξα…

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

Καὶ νῦν…

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος.

Προκείμενον Ἦχος πλ. δ’

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι, Κυρίου.

Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου.

Εἰς τὰ Ἀπόστιχα

Ἰδιόμελα Ἦχος β′

Ἐκ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ἦχος γ′

Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ’ ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.

Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Ἦχος βαρὺς

Συναγωγὴ πονηρὰ καὶ μοιχαλίς, ἡ τῷ ἰδίῳ ἀνδρί, μὴ φυλάξασα πίστιν, τί κατέχεις διαθήκην, ἧς οὐκ ᾖς κληρονόμος; τί καυχᾶσαι ἐν Πατρί, τὸν Υἱὸν ἀθετήσασα; τοὺς Προφήτας οὐκ ἐδέξω, τὸν ΥἹὸν καταγγείλαντας; Κἂν τὰ ἴδια τέκνα αἰσχύνθητι, οὕτω βοῶντα· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Δόξα…

Ἐκ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι.

Καὶ νῦν …

Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτής ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ’ ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.

Ἀπολυτίκιον Ἦχος πλ. α’

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

Σχετικές δημοσιεύσεις:

Λέξεις κλειδιά: ,

Comments are closed.

Στην σελίδα αυτή διαβάζετε: Τριώδιο, Η Μεγάλη Εβδομάδα: Μεγάλη Δευτέρα