The Original Greek New Testament
» TheChrist.gr / Βυζάντιο / Πάσχα / Υμνολογία / Τριώδιο, Η Μεγάλη Εβδομάδα: Μεγάλη Τετάρτη

Τριώδιο, Η Μεγάλη Εβδομάδα: Μεγάλη Τετάρτη

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν καὶ τά, Πρὸς Κύριον, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι′ καὶ ψάλλομεν τὰ εἰς τοὺς Αἴνους, ὡς ἐφεξῆς, Ἰδιόμελα.

Ἦχος α’

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος. (Δίς)

Ἦχος β′

Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλ’ ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι. (Δίς)

Ἦχος δ’

Τοῦ κρύψαντος τὸ τάλαντον, τὴν κατάκρισιν, ἀκούσασα ψυχή, μὴ κρύπτε λόγον Θεοῦ, κατάγγελλε τὰ θαυμάσια αὐτοῦ, ἵνα πλεονάζουσα τὸ χάρισμα, εἰσέλθῃς, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. (Δίς)

Ἦχος πλ. β′

Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον. Ὁ μέν σοφίαν κομιείτω, δι′ ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείσθω, κοινωνείτω δὲ τοῦ λόγου, πιστὸς τῷ ἀμυήτῳ, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος· οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς χάριτος, δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν· αὐτῆς ἡμᾶς καταξίωσον, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. (Δίς)

Ὅταν ἔλθῃς ἐν δόξῃ μετ’ Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσῃς ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς· ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι· μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς· ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις, σῶσόν με ὡς φιλάνθρωπος.

Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.

Δόξα… Καὶ νῦν… Ἦχος βαρὺς

Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ὁ ψυχή μου, φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς. Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου ἔλεος.

Προκείμενον Ἦχος πλ. β′ Ψαλμὸς ρλα’

Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.

Στίχ. Μνήσθητι Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

(Κεφ. Β’, 5-10)

Κατέβη ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. Καὶ ἰδοῦσα τὴν θίβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δέ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβῃ· καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραώ, καὶ ἔφη· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον. Καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραώ· πορεύου. Ἐλθοῦσα δὲ ἡ νεᾶνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλαζεν αὐτό. Ἀνδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ. Καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωϋσῆν, λέγουσα· Ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.

Σχετικές δημοσιεύσεις:

Λέξεις κλειδιά: ,

Comments are closed.

Στην σελίδα αυτή διαβάζετε: Τριώδιο, Η Μεγάλη Εβδομάδα: Μεγάλη Τετάρτη