The Original Greek New Testament
» TheChrist.gr / Αύγουστος / Βυζάντιο / Κοίμησις / Μηναία / Υμνολογία / Μηναία 14 Αυγούστου – Προεόρτια της Κοιμήσεως

Μηναία 14 Αυγούστου – Προεόρτια της Κοιμήσεως

Προεόρτια τῆς Κοιμήσεως τῆς Ὑπεραγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ μνήμη τοῦ Ἁγίου Προφήτου Μιχαίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Προεορτίων γ′.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, Ἑορτὴν ἐξόδιον προεξάρχοντες, καὶ ἐπιτύμβια ᾄσματα, φαιδρῶς ἐκβοήσωμεν· ἡ γὰρ Μήτηρ τοῦ Θεοῦ, κιβωτός τε ἡ πάγχρυσος, ἑτοιμάζεται, νῦν ἐκ γῆς πρὸς τὰ ἄνω μεταβῆναι, πρὸς παλίνζωον καὶ θείαν, μεθισταμένη λαμπρότητα.

Ἀποστόλων ὁ θίασος, παράδόξως ἀθροίσθητε, ἐκ περάτων σήμερον· ἡ γὰρ ἔμψυχος, πόλις τοῦ πάντων δεσπόζοντος, ἀπαίρειν ἐπείγεται, πρὸς τὰ κρείττω εὐκλεῶς, συγχορεύειν βασίλεια, τῷ Υἱῷ αὐτῆς, ἧς τῇ θείᾳ κηδείᾳ ὁμοφρόνως, σὺν ταῖς ἄνω στρατηγίαις, ὕμνον ἐξόδιον ᾄσατε.

Ἱερέων ὁ σύλλογος, βασιλεῖς τε καὶ ἄρχοντες, σὺν παρθένων τάγμασι νῦν προφθάσετε, ἅπας λαός τε συνδράμετε, ᾠδὴν ἐπιτάφιον, ἀναπέμποντες ὁμοῦ· ἡ γὰρ πάντων δεσπόζουσα, μέλλει αὔριον, τὴν ψυχὴν παραθέσθαι εἰς τὰς χεῖρας, τοῦ Υἱοῦ μεθισταμένη, πρὸς αἰωνίαν κατοίκησιν.

Καὶ τοῦ Προφήτου γ′

Ἦχος ὁ αὐτὸς

Ἔδωκας σημείωσιν

Ὄρος προηγόρευσας, τὸ ἐμφανὲς καὶ περίοπτον, τοῦ Σωτῆρος τὸ κήρυγμα, ἐπ’ ἄκρων φανήσεσθαι, τῶν ὀρέων Μάκαρ, τὴν ὑψηλοτάτην, θεογνωσίαν προδηλῶν, ἐφ’ ἥν τὰ ἔθνη πίστει συντρέχοντα, προθύμως καταφεύγουσι, καὶ τὴν ᾠδὴν ἐκδιδάσκονται, τοῦ Κυρίου καὶ σῴζονται, σωτηρίαν αἰώνιον.

Ἄρχων ἐξελεύσεται, καὶ ποιμανεῖ τὸν λαὸν αὐτοῦ, Βηθλεὲμ ἐξορμώμενος, προέφης θεσπέσιε, Προφητῶν Μιχαία, γλώσσῃ θεοπνεύστῳ, οὗ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν, τῶν τοῦ αἰῶνος εἰσὶν αἱ ἔξοδοι, τανῦν δέ σου τὴν πρόρρησιν, ἐκβεβηκυῖαν θεώμενοι, διὰ σοῦ τὸν λαλήσαντα, θεοφρόνως δοξάζομεν.

Θρόνῳ παριστάμενος, Θεοῦ Προφῆτα σεβάσμιε, καὶ χαρᾶς ἀξιούμενος, καὶ δόξαν θεώμενος, καὶ τρυφῆς ἐνθέου, θείως ἀπολαύων, καὶ χαρμονῆς πνευματικῆς, καὶ εὐφροσύνης ἀναπιμπλάμενος, τοὺς πίστει νῦν τὴν μνήμην σου, ἐπιτελοῦντας ἐπόπτευε, πειρασμῶν ἐκλυτρούμενος, ταῖς ἀπαύστοις πρεσβείαις σου.

Δόξα… Καὶ νῦν… Ἦχος δ’

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β′

Οἶκος τοῦ Ἐφραθᾶ

Ὢ θαύματος καινοῦ! ὢ τεραστίου ξένου! πῶς νέκρωσιν ὑπέστη, ἡ ζωηφόρος Κόρη, καὶ τάφῳ νῦν καλύπτεται;

Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.

Πᾶσα τῶν γηγενῶν, ἡ φύσις χορευέτω· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ τοῦ Ἀδὰμ θυγάτηρ, πρὸς οὐρανὸν μεθίσταται.

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Λάβε μοι κατὰ νοῦν, τὴν κλίνην τῆς Παρθένου, χοροῖς τῶν Ἀποστόλων, εὐκόσμως κυκλουμένην, ᾄδουσι τὸν ἐξόδιον.

Δόξα… Καὶ νῦν… Ἦχος β′

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι′ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Προεόρτιον

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.

Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα τῆς Θεοτόκου

Ἦχος γ′ Τὴν ὡραιότητα

Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν, ἀνῆλθες Πάναγνε, ψυχῇ καὶ σώματι, τοῦ σοῦ Υἱοῦ θεοπρεπῶς, ἄνωθεν καταβάντος, τὸν δὲ ἐφορμήσαντα, ἀνατρέψαι σὸν φέρετρον, ἀνοσιουργότροπον, θεία δίκη ἐπέταξε. Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Σχετικές δημοσιεύσεις:

Λέξεις κλειδιά: , ,

Comments are closed.

Στην σελίδα αυτή διαβάζετε: Μηναία 14 Αυγούστου – Προεόρτια της Κοιμήσεως