The Original Greek New Testament
» TheChrist.gr / Αύγουστος / Βυζάντιο / Κοίμησις / Μηναία / Υμνολογία / Μηναία 15 Αυγούστου – Κοίμησις της Θεοτόκου

Μηναία 15 Αυγούστου – Κοίμησις της Θεοτόκου

Μνήμη τῆς Κοιμήσεως τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ′ δευτεροῦντες τὸ α’.

Ἦχος β′

Ποίοις εὐφημιῶν στέμμασι

Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον; τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος. (Δίς)

Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες· Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἐπάρθητε ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ, τῷ κόσμῳ ἀπαύστως, αἰτουμένη τὸ μέγα ἔλεος.

Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἀθανάτῳ Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν σε ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν Δικαίων, μεθ’ ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν… Ἦχος β′

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι′ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος β′

Οἶκος τοῦ Ἐφραθᾶ

Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.

Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων, πρὸς τὸν Υἱὸν μεθίσταται.

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.

Δόξα… Καὶ νῦν… Ὅμοιον

Δέσποινα ἀγαθή, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον πλάστην, οἰκτιρῆσαι τοὺς δούλους σου.

Ἀπολυτίκιον Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπολυσις

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α’ στάσιν.

Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.

Ἦχος α’ Αὐτόμελον

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος.

Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)

Δόξα… Καὶ νῦν… Ἦχος α’

Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.

Σχετικές δημοσιεύσεις:

Λέξεις κλειδιά: , ,

Comments are closed.

Στην σελίδα αυτή διαβάζετε: Μηναία 15 Αυγούστου – Κοίμησις της Θεοτόκου